Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.8 Joseph. AJ 20.14 (English) >>Joseph. AJ 20.18

20.12Ἀγρίππα τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφʼ πεποίημαι τοῦ ἔθνους ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς κράτιστος καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν. 20.13συγκατεθέμην δὲ τῇ γνώμῃ ταύτῃ πρῶτον διὰ τὸ ἐμαυτοῦ εὐσεβὲς καὶ τὸ βούλεσθαι ἑκάστους κατὰ τὰ πάτρια θρησκεύειν, ἔπειτα δὲ εἰδώς, ὅτι καὶ αὐτῷ βασιλεῖ Ἡρώδῃ καὶ Ἀριστοβούλῳ τῷ νεωτέρῳ, ὧν τὴν πρὸς ἐμαυτὸν εὐσέβειαν καὶ τὴν περὶ ὑμᾶς γινώσκω σπουδήν ταῦτα ποιήσας, πρὸς οὓς ἔστι μοι πλεῖστα δίκαια φιλίας κρατίστους ὄντας κἀμοὶ τιμίους. 20.14ἔγραψα δὲ περὶ τούτων καὶ Κουσπίῳ Φάδῳ τῷ ʼμῷ ἐπιτρόπῳ. οἱ τὰ γράμματα κομίζοντες Κορνήλιος Κέρωνος Τρύφων Θευδίωνος Δωρόθεος Ναθαναήλου Ἰωάννης Ἰωάννου. ἐγράφη πρὸ τεσσάρων καλανδῶν ἐπὶ ὑπάτων Ῥούφου καὶ Πομπηίου Σιλουανοῦ.” 20.15

Ἠιτήσατο δὲ καὶ Ἡρώδης, ἀδελφὸς μὲν Ἀγρίππα τοῦ τετελευτηκότος, Χαλκίδος δὲ τὴν ἀρχὴν κατὰ τὸν χρόνον ἐκεῖνον πεπιστευμένος, Κλαύδιον Καίσαρα τὴν ἐξουσίαν τοῦ νεὼ καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν, πάντων τε ἐπέτυχεν. 20.16ἐξ ἐκείνου τε πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ παρέμεινεν ἐξουσία μέχρι τῆς τοῦ πολέμου τελευτῆς. καὶ δὴ Ἡρώδης μεθίστησιν τῆς ἀρχιερωσύνης τὸν ἐπικαλούμενον Κανθήραν Ἰωσήπῳ τῷ Καμεὶ ἀντʼ ἐκείνου τὴν διαδοχὴν τῆς τιμῆς παρασχόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.8 Joseph. AJ 20.14 (English) >>Joseph. AJ 20.18

Powered by PhiloLogic